PDF

Ο Πανοσιολ. Ηγούμενος της Ιεράς Μεγίστης και Βασιλικής Μονής Βατοπεδίου, Αρχιμ.  Εφραίμ, η Ιερά Αδελφότητα και πλήθος προσκυνητών υπεδέχθησαν τον Σεβασμιώτατο κ. Δωρόθεο Β΄, ο οποίος αφίχθη από την Ιερισσό στην Ιερά Μονή, προκειμένου να συμμετάσχει στις λειτουργικές εκδηλώσεις, επί τη ιερά μνήμη του Οσίου Ευδοκίμου, του Βατοπεδινού.

Αμέσως μετά την άφιξη του Σεβασμιωτάτου κ. Δωροθέου Β΄, στο Καθολικό της Μονής τελέσθηκε η καθιερωμένη επί αφίξει Αρχιερέως δοξολογική δέηση, κατά την ο οποία ο Πανοσιολ. Ηγούμενος κ. Εφραίμ καλωσόρισε τον Σεβασμιώτατο με εγκάρδιους λόγους, τον ευχαρίστησε για την αποδοχή της προσκλήσεώς του και την άφιξή του στην Ιερά Μονή, του υπενθύμισε τη συνοδοιπορία τους στο Πανεπιστήμιο Αθηνών, κατά την από κοινού μαθητεία τους στη Θεολογική Σχολή, του ευχήθηκε η άφιξή του να αποτελέσει σταθμό στην Αρχιερατική του Διακονία και υπογράμμισε τους Θεομητορικούς δεσμούς, που συνδέουν την Ιερά Μονή Βατοπεδίου και την Ιερά Μητρόπολη Σύρου, διά του πλήθους των θαυματουργών Εικόνων, που διαθέτουν, και του προσέφερε αντίγραφο ποιμαντορικής ράβδου, από το κειμηλιοφυλακείο της Ιεράς Μονής.

Ο Σεβασμιώτατος κ, Δωρόθεος Β΄ αντιφώνησε τον Πανοσιολ. Αρχιμ. Εφραίμ ως εξής: 

    «Εὐλογητός ὁ Θεός, Πανοσιολογιώτατε Ἅγιε Ἡγούμενε καί Ὁσιώτατοι Πατέρες καί Ἀδελφοί, εὐλογητός ὁ Θεός, ὁ καθ’ ἑκάστην γενεάν ἐκλεγόμενος καί ἔν τε τῷ νῦν καί ἐν τῷ μέλλοντι αἰῶνι ἀντιδοξάζων τούς εὐαρεστοῦντας Αὐτῷ καί δι’ αὐτῶν τά βήματα ἡμῶν εἰς τήν ἀκρόπολιν ταύτην τῶν ἀρετῶν καί παλαίστραν ἀθλημάτων πνευματικῶν, τό Ἁγιώνυμον καί Ἁγιοποιοῦν Ὄρος, ἐν ᾧ εὐδοκίμως τόν ἀγῶνα ἐτερμάτισαν τόν καλόν πλῆθος ἁγίων ψυχῶν, ἐν αἷς καί ὁ σήμερον ἑορταζόμενος, πάλαι μέν ταπεινότητι ἀφανής, νῦν δέ εὐδοκίᾳ Κυρίου νεοφανής τε καί ἐπιφανής Ὅσιος Εὐδόκιμος, ὁ Βατοπεδινός.

                  Καὶ ἰδού,  ἠξίωσεν ἡμᾶς ὁ Κύριος, ἐκ τῆς Παναγιοφυλάκτου Μητροπόλεως Σύρου καί Τήνου εἰς τό πολυαιώνιον τοῦτο τῆς Θεομήτορος περιβόλαιον καί τέμενος ἐλθεῖν,  μετά πάντων ὑμῶν συνελθεῖν καί τῆς ἑορτίου ἐπί τῇ ἱερᾷ αὐτοῦ μνήμῃ συγκοινωνῆσαι χαρᾶς, εἰς τὸν πανίερον, περικαλλῆ καὶ ἱστορικὸν τοῦτον τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου Ναόν, τόν ἐπί δέκα ἤδη αἰῶνας τοὺς πνευματικοὺς ἀναστεναγμούς, τοὺς καρδιακοὺς πόθους καὶ τὰς φιλοθέους ἐντεύξεις τῶν ἐν τῇ Ἱερᾷ ταύτῃ Μεγίστῃ και Βασιλικῇ  τοῦ Βατοπεδἰου Μονῇ ἐνασκησάντων Πατέρων στεγάσαντα.

           Γόνυ καρδίας κλίναντες, δοξολογοῦμεν ἐν πρώτοις τόν Κύριον, τόν τήν ἡμετέραν ἀναξιότητα τοιαύτης καί τοσαύτης ἀξιώσαντα τιμῆς, τά ἱερά, τουτέστιν, σεβάσματα τῆς καθ’ ἡμᾶς Ἱερᾶς Μονῆς προσκυνῆσαι καί τήν πολυτίμητον τῆς ἀειπαρθένου Μητρός Αὐτοῦ ἐσθῆτα ἀσπασθῆναι.

                  Καθηκόντως δέ καί ὀφειλετικῶς εὐχαριστοῦμεν τήν Αὐτοῦ Θειοτάτην Παναγιότητα, τόν Οἰκουμενικόν Πατριάρχην κ. Βαρθολομαῖον, διά τήν προφρόνως τε καί πατρικῶς ὑπ’ αὐτοῦ χορηγηθεῖσαν ἡμῖν πρός τοῦτο ἄδειαν καί εὐλογίαν.

           Χάριτας δ’ εὐχαριστηρίους καί πρός ὑμᾶς ἄγομεν, Ἅγιε Ἡγούμενε, διά τήν φιλάδελφον πρόσκλησιν λειτουργικῶς παραστῆναι μεθ’ ὑμῶν καί τῆς περί ὑμᾶς Μοναστικῆς Ἀδελφότητος, τῆς κληρονόμου μιᾶς ἐκ τῶν ἀρχαιοτέρων μοναστικῶν κοινοτήτων,  εἰς τήν  εὔσημον ἡμέραν ταύτην, ἐν ᾗ ἡ ἀρίζηλος ταύτη καί ὡς ἀληθῶς ἁγιοτόκος Ἱερά Μονή τήν μνήμην ἑνός ἐκ τῶν εἰκοσιπέντε ἐξ αὐτῆς προελθόντων Ἁγίων, τοῦ Ὁσίου Πατρός ἡμῶν Εὐδοκίμου τοῦ Βατοπεδινοῦ ἀξιοχρέως ἑορτάζει καί τιμᾶ.

        Ὁ Ὅσιος Εὐδόκιμος, σεβαστοί καί ἀγαπητοί μου Πατέρες καί ἀδελφοί,οὗ ἡ ἐν ἔτει σωτηρίῳ ὀγδόῳ καί τεσσαρακοστῷ, ὀκτακοσιοστῷ τε καί χιλιοστῷ εὕρεσις τῶν ἁγίων καί μυροβλύτων λειѱάνων πάντας κατηύφρανε,  διά τῆς ἑαυτοῦ ἐν ταπεινώσει καί ἀσημότητι βιοτῆς καί ἐξ ἀφανείας εἰς δόξαν ἀναφανής, πρότυπον καί κεφάλαιον ἐγένετο τῆς πολυπλάγκτου ἱστορικῆς ἐν χρόνῳ πορείας τῆς Ἱερᾶς ταύτης Μονῆς, τῆς πολλάκις μέν ταπεινωθείσης, πλειστάκις δ’ ὑπό δυσεβῶν λεηλατηθείσης, ἀλλά καί πάντοτε ἐκ τῆς ἀφανείας καί τῶν δεινῶν αὐτῆς περιφανεστέρας ἀναφανείσης, τῆς ὑπό Θεοδοσίου τοῦ Μεγάλου ἱδρυθείσης, ὑπό τῶν Σαρακηνῶν ἐρημωθείσης, ὑπό τῶν εὐγενῶν μοναχῶν  καί τοῦ θεμελιωτοῦ τῆς Ἀθωνικῆς Πολιτείας Ὁσίου Ἀθανασίου τοῦ Ἀθωνίτου μαθητῶν, Νικολάου, Ἀθανασίου καί  Ἀντωνίου  ἀνοικοδομηθείσης, τοῦ προνομίου τῆς διά βασιλικῆς προσταγῆς  ἀναρρήσεως τοῦ Ἡγουμένου αὐτῆς κτηθείσης καί διά τῆς προσωνυμίας «Βασιλική» κατακοσμηθείσης, εἰς προπύργιον τοῦ Ἡσυχασμοῦ καί θεματοφύλακα τῆς ἐν τῷ Γένει ἡμῶν ὁμονοίας  ἀναδειχθείσης, ὡς ἡ πολυπληθεστέρα τῶν ἐν τῷ Παναγιοφρουρήτῳ   Ὄρει μαρτυρηθείσης, τήν διά τοῦ μαρτυρικοῦ αἵματος τοῦ Ἡγουμένου αὐτῆς Εὐθυμίου μετά τῶν 12 σύν αὐτῷ ἀδελφῶν τό τῆς Ὀρθοδόξου ἡμῶν πίστεως δένδρον λιπανθείσης,τῆς ἀνά τά Βαλκάνια λαμπρυνθείσης, τόπον ξενίας δεσποτικῆς εἰς Οἰκουμενικούς τῆς Ἐκκλησίας ἡμῶν ταγούς παρασχεθείσης, τῆς τήν τοῦ ὑποδούλου Γένους Παιδείαν, διά τῆς ἱδρύσεως τῆς περιωνύμου «Ἀθωνιάδος Σχολῆς», διακονησαμένης,  ὑπέρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγωνισαμένης, πνευματικῆς τροφοῦ τοῦ τῶν Σέρβων Ἐθνάρχου Ἁγίου Σάββα καί τοῦ Ἁγίου Μάξιμου τοῦ Γραικού, Φωτιστοῦ καί ἀναμορφωτοῦ τοῦ μεγάλου Ρωσικοῦ λαοῦ γενομένης, εἰς παρακμήν ἐπ’ ἐσχάτων περιπεσούσης, νῦν δ’ εἰς περιφανῆ ἀνά τήν ὑπό τόν ἥλιον Ὀρθοδοξίαν θέσιν ἀναχθείσης.

                  Εἰς ταύτην τήν ἱστορικήν, περίπυστον καί Βασιλικήν Ἱεράν Μονήν, τήν προσφυῶς χαρακτηρισθεῖσαν ὡς «ζαφειρόπετρα στοῦ Ἄθω τό δαχτυλίδι», ἤλθομεν ἐκ τῆς Παναγιοφυλάκτου καί πολυνησιακῆς Μητροπόλεως Σύρου καί Τήνου , ἱλαροί συνεορτασταί καί εὐλαβεῖς προσκυνηταί τοῦ δι’ ὅ αὕτη σεμνύνεται καί δι’ οὗ πεφρούρηται ἱερωτάτου Θεομητορικοῦ Κειμηλίου, τῆς Τιμιωτάτης Ζώνης τῆς Ὑπεραγίας Θεοτόκου, τῆς ὡς Βηματαρίσσης καί Ἐλαιοβρυτίσσης, Παραμυθίας καί Ἀντιφωνητρίας, Παντανάσσης καί Πυροβοληθείσης,  Ἐσφαγμένης τε καί Ἐλαιούσης ἐν αὐτῇ τιμωμένης, τήν ἐκ τῆς ἱερᾶς νήσου Τήνου τῆς Μεγαλόχαρης εὐλογίαν κομίζοντες, δοξάζοντες ἐν ταὐτῷ τὸν Κύριον καὶ τὴν πάναγνον Αὐτοῦ Μητέρα διὰ τὴν κατὰ Θεὸν πορείαν τοῦ ἱστορικοῦ τούτου Σεμνείου ἀρετῆς καὶ ἀσκήσεως, ἀφ’ ἧς στιγμῆς ἡ ὑμετέρα Πανοσιολογιότης, μετά τῆς περί αὐτήν μοναστικῆς Ἀδελφότητος  ἐγκατεβίωσεν εἰς αὐτό καί ὡς  λιμένα εὔδιον καί ὁλκὰδα πολύφορτον κατέστησεν αὐτό.

                  Ἤλθομεν, Πανοσιολογιώτατε καί Ὁσιώτατοι ἀδελφοί,  συνοδευόμενοι ὑπό τοῦ ἡμετέρου ἐν ἱερᾷ νήσῳ Τήνῳ Ἐπιτρόπου Αἰδεσιμολογιωτάτου Πρωτοπρεσβυτέρου Γεωργίου Φανεροῦ καί τῶν συγκυρηναϊκῶς τό βάρος τῶν διοικητικῶν ἡμῶν μεριμνῶν κουφιζόντων ἐν τοῖς Γραφείοις τῆς καθ’ ἡμᾶς Ἱερᾶς Μητροπόλεως συνεργατῶν ἡμῶν,  εἰς τόπον ἱερόν, ἔνθα ἡ τῆς Κυρίας Θεοτόκου Χάρις κατεσκήνωσεν καί ἔνθα ὁ ἀοίδιμος Προκάτοχος ἡμῶν Φιλάρετος, κατά κόσμον Χριστόδουλος Ἰωαννίδης, ὁ ἐκ Μαυρατζαίων Σάμου ὁρμώμενος, εἰς ἠλικίαν δεκαέξι ἐτῶν προσῆλθεν, εἰς τό ἐνταῦθα Σχολαρχεῖον καί Ἀθωνιάδα Σχολήν ἐφοίτησεν, ὑπό τήν ποδηγεσίαν Ἀγαθαγγέλλου τοῦ Βατοπεδινοῦ, ὡς ἄλλος Σαμουήλ, παρά τους πόδας Γαμαλιήλ, ἐσπούδασεν, τό μοναχικόν σχῆμα ἔλαβεν καί τήν κατά Σικάγον Ἀμερικῆς, ἀπό τοῦ 1923 ἕως τό 1929, καί την κατά Σύρον παροικοῦσαν  Ἐκκλησίαν, ἀπό τοῦ 1930 καί ἐπί τριακονταετίαν,  διά τῆς εὐδοκίμου καί καλλικάρπου ποιμαντορίας αὐτοῦ εὐόρκως διακονήσας ἐκλέϊσεν, ἐν καιροῖς δυσχειμέροις πολέμου καί κατοχῆς τόν ἐμπεπιστευθέντα αὐτῷ λαόν ἐν ταῖς δυστυχίαις αὐτοῦ ἀνέψυξεν, ἴχνεσι τῆς πνευματικῆς αὐτοῦ τροφοῦ Ἱερᾶς τοῦ Βατοπεδίου Μονῆς στοιχῶν, διά τῆς χαριτοδότιδος δεξιᾶς αὐτοῦ πλείστους καί ἀξίους θεράποντας τοῦ ἱεροῦ Θυσιαστηρίου καί Ποιμένας τοῦ Λαοῦ τοῦ Κυρίου ἀνέδειξεν, ἐν οἷς Ἀγαθόνικον Φιλιππότην, τόν ποτέ Μεσογαίας Μητροπολίτην καί Λαυρεωτικῆς, τόν πολιόν, καί τούς ἀοιδίμους Δωρόθεον Α΄Στέκα, τόν καί πνευματικόν Πατέρα καί Προκάτοχον ἡμῶν, τόν Θήρας, Ἀμοργοῦ καί Νήσων Παντελεήμονα τόν Ρίζον καί Νικοπόλεως & Πρεβέζης Στυλιανόν τόν Κορνάρον, πατήρ πατέρων γενόμενος, κατά τόν ὑπό τοῦ Ἁγίου Ἐπιφάνιου προσφυῆ χαρακτηρισμόν τῆς τῶν Ἐπισκόπων τάξεως, ὡς «τῶν πατέρων γεννητικήν τάξιν˙ ἥτις πατέρας γεννᾷ τῇ Ἐκκλησίᾳ», χειροτονοῦσα τούς κληρικούς, ἐν ἀντιθέσει πρός τήν τῶν πρεσβυτέρων τάξιν, τήν «μή πατέρας δυναμένην γεννᾶν, διά δέ τοῦ λουτροῦ τῆς παλλιγενεσίας τέκνα γεννᾶν» (Κατά Αἱρέσεων LXXV § 4 : PG 42,508).

                  Πανοσιολογιώτατε Ἀδελφέ Ἐφραίμ,

     Ἰωακείμ ὁ Γ΄ , ὁ τῆς Βασιλίδος τῶν Πόλεων Ἀρχιεπίσκοπος καί Οἰκουμενικός Πατριάρχης, ὁ Μεγαλοπρέπης, τήν 19ην Σεπτεμβρίου, ἔτους 1909, ἐτίμησεν διά πολυτίμου καί περιτέχνου Σταυροῦ τόν Ἱεροσχήμονα Νικόλαον διά τήν πεντηκονταετῆ καί εὐδόκιμον εἰς τινα τῆς Κωνσταντινουπόλεως μή ἀναφερομένην Μονήν διακονίαν του, ὡς τοῦτο ρωσιστί ἀναγράφεται ὄπισθεν αὐτοῦ.

       Ὁ Σταυρός οὗτος, περιελθών εἰς χεῖρας Ἀγαθαγγέλλου τοῦ Βατοπεδινοῦ, ὅστις ἐδωρήσατο αὐτόν εἰς τόν μαθητήν αὑτοῦ Φιλάρετον, κατά τήν εἰς Ἐπίσκοπον Σικάγου χειροτονίαν του, τήν 21ην Ἰουνίου 1923,  ἀπέβη σύνδεσμος ὁρατός, οὐ μήν δέ καί ἱερός, μεταξύ τῆς καθ’ ὑμᾶς Ἱερᾶς τοῦ Βατοπεδίου Μονῆς καί τῆς καθ’ ἡμᾶς Ἱερᾶς Μητροπόλεως, φερόμενος, μετά τοῦ συνοδεύοντος αὐτόν ἐγκολπίου, κατά τάς εἰς Ἐπίσκοπον χειροτονίας καί τοῦ προκατόχου ἡμῶν Δωροθέου Α΄, τήν 21ην Νοεμβρίου 1965, ἐν τῷ ἐν Ἑρμουπόλει Σύρου Ἱερῷ τοῦ Ἁγίου Νικολάου Ναῷ, καί τῆς ἡμετέρας ἀναξιότητος, τήν 15ην Δεκεμβρίου 2001, ἐν τῷ Ἀθήνῃσι Ἱερῷ τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου Καθεδρικῷ Ναῷ, ὑπόμνησις διαρκής τῆς σταυρικῆς ἐπισκοπικῆς, ἀλλά καί πάντων τῶν θελόντων ἐν Χριστῷ διά Χριστόν καί κατά Χριστόν ζῆν, ἐν τῷ κόσμῳ  τούτῳ πολιτείας τε καί βιοτῆς. 

                  Ἀντίγραφον τούτου μοναδικόν καί δι’ ὑμᾶς φιλοτεχνηθέν προσωπικῶς, προσφέρομεν σήμερον εἰς ὑμᾶς, Ἅγιε Ἡγούμενε, τόν ἐν Χριστομιμήτῳ ὑπομονῇ, προσευχῇ τε καί σιωπῇ ἄραντα τόν Σταυρόν αὐτοῦ, ὑπόδειγμα ἀξιομίμητον γενόμενον πᾶσι τοῖς τήν τοῦ βίου  πολυτάραχον θάλασσαν διαπλέουσι καί τόν τῶν ἐναντίων ἀνέμων κλύδωνα ὑπομένουσι, λήθης ἐμπόδιον τῆς προσκυνηματικῆς ἐνταῦθα καί λειτουργικῆς ἐλεύσεως ἡμῶν, ἧς ἀντίδωρον αἰτούμεθα τό νέφος τῶν    ὑμετέρων πρός Κύριον ἀκοιμήτων προσευχῶν, τήν Πλατυτέραν νεφέλης Σκέπην τοῦ Κόσμου πρός ἡμᾶς καί τόν περί ἡμᾶς ἱερόν Κλῆρον, τά Μοναχικά Τάγματα καί τόν φιλόχριστον ἐφελκουσῶν Λαόν. 

                  Ἀπερχόμενοι αὔριον εἰς τήν ἐν Ἑρμουπόλει Σύρου καθέδραν ἡμῶν τήν ναυσικλυτήν,  διά τῶν θεοδέκτων Εὐδοκίμου τοῦ ὁσίου καί νεοφανοῦς  ἐπιστηρικτικῶν πρεσβειῶν τετειχισμένοι, εὐχόμεθα εἰς ὑμᾶς καί τήν περί ὑμᾶς Ἀδελφότητα, τούς τήν ἰσάγγελον μοναχικήν ἐπιλεξαμένους πολιτείαν τήν μοναστικήν, ὅπως ἡ Τιμία τῆς Θεοτόκου Ζώνη, ἥν πρὸς δόξαν ἀκήρατον  ἰδίᾳ χειρί ἡ Πάναγνος  Θωμᾷ  τῷ Ἀποστόλῳ δεδώρηται, Ἀρκάδιος ὁ Αὐτοκράτωρ ἐξ Ἱεροσολύμων εἰς Κωνσταντινούπολιν μετήνεγκεν καί εἰς τόν ἐν Χαλκοπρατείοις τῆς Θεοτόκου Ναόν κατέθεσεν, Ἰουστῖνος δ’ ὁ Β΄ μετά τῆς ὁμοζύγου αὐτοῦ Σοφίας ἐν τῷ παρ’ αὐτῷ παρεκκλησίῳ τῆς «Ἁγίας Σοροῦ» ἐντός λειψανοθήκης ἐνεθησαύρισεν, χεῖρες ἀνόμων ἐτεμάχισαν καί ἀνά τήν Εὐρώπην τμήματα αὐτῆς διεκόμισαν, Μιχαήλ Η’ ὁ Παλαιολόγος εἰς τόν Ἱερόν Ναόν τῶν Βλαχερνῶν ἐφύλαξεν, Ἀσσάν, ὁ τῶν Βουλγάρων ἡγεμών, Ἰσαακίου Β΄ τοῦ Ἀγγέλου μάχῃ ὑπ’ αὐτοῦ ἡττηθέντος παρέλαβεν, Λάζαρος, δ’ ὁ τῶν Σέρβων ἡγεμών τῇ Ὑμετέρᾳ τοῦ Βατοπεδίου Μονῇ ἐδώρισεν, «περιζωννύῃ ὑμᾶς δύναμιν καί θέτῃ ἄμωμον τήν ὁδόν ὑμῶν», ἐν ἀμφιλαφεῖ τε καί ἀμεταπτώτῳ ὑγείᾳ ἅπαντας τηρῶν, ἀπειράστους κακῶν, ἀτρώτους φανερῶν τε καί ἀφανῶν ἐπιβουλῶν, ἀπείρους τε κινδύνων καί  πραγμάτων λυπηρῶν, ἵνα  καρποφοροῦντες ἐν τῇ κατὰ Χριστὸν ἀσκήσει καὶ ἁγνῇ πολιτείᾳ ὡς ἀγροὶ πολύκαρποι, ἀξιωθῆτε  τῆς βασιλείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν Ἁγίων καὶ τοῦ σήμερον ἑορταζομένου Ὁσίου Πατρός ἡμῶν Εὐδοκίμου τοῦ Βατοπεδινοῦ. Ἀμήν.»

Εμφανίσεις: 2963